John Everett Millais (1829 – 1896), «Ὀφηλία» (π.1851). Λάδι σὲ καμβᾶ, 76.2 x 111.8 cm. Tate Britain, Λονδίνο (Ἡ.Β.). |
Ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου,
ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ,
τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε,
φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν,
ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,
αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου,
καὶ ἐλθέ, σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας,
ἐχόμενα τοῦ προτειχίσματος·
δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου,
ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.
ᾎσμα ᾈσμάτων, 2:10-14.